Book 11
ὅτι παρὰ Τιμαχίδᾳ ΑΙΑΚΙΣ ἡ κύλιξ καλεῖται. ΑΚΑΤΟΣ ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης· κατάβαλλε τἀκάτια, τὰ κυμβία αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν δʼ ἐπουρίσας πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα. ΑΩΤΟΝ παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλητᾶς δὲ ποτήριον οὖς οὐκ ἔχον. ΑΡΟΚΛΟΝ ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.
|