DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
120

διὸ καὶ Ἔφιππος κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπʼ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθʼ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο· λέγει δʼ οὕτως· ἔπειτʼ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καὶ Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψολιγομίσθῳ τέχνῃ συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστʼ ἔχων τριχώματα, εὖ δʼ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δʼ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρὸν κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμʼ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν· ἄνδρες τῆς Ἀθηναίων χθονός. μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.
Kaibel Index Scriptorum
EPHIPPVS

Kaibel Dialogi Personae
PONTIANVS
TIMOCRATI

Meineke Index Scriptorum
Ephippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License