λέγεται δὲ ὡς καὶ ὁ Γοργίας αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὑτῷ διάλογον πρὸς τοὺς συνήθεις ἔφη ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν. Ἕρμιππος δὲ ἐν τῷ περὶ Γοργίου ὡς ἐπεδήμησε, φησί, ταῖς Ἀθήναις Γοργίας μετὰ τὸ ποιήσασθαι τὴν ἀνάθεσιν τῆς ἐν Δελφοῖς ἑαυτοῦ χρυσῆς εἰκόνος, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτόν, ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς Γοργίας, ἔφη ὁ Γοργίας· ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν. ἄλλοι δέ φασιν ὡς ἀναγνοὺς ὁ Γοργίας τὸν Πλάτωνος διάλογον πρὸς τοὺς παρόντας εἶπεν ὅτι οὐδὲν τούτων οὔτʼ εἶπεν οὔτʼ ἤκουσε παρὰ Πλάτωνος. ταὐτά φασι καὶ Φαίδωνα εἰπεῖν ἀναγνόντα τὸν περὶ Ψυχῆς. διὸ καλῶς ὁ Τίμων περὶ αὐτοῦ ἔφη· ὡς ἀνέπλαττε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς. Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ, οὐχ ὡς καὶ τοιούτους εἰπεῖν ἢ ἀκοῦσαι λόγους. τὸ δὲ πάντων σχετλιώτατον καὶ τὸ εἰπεῖν οὐδεμιᾶς κατεπειγούσης χρείας ὅτι παιδικὰ γεγόνοι τοῦ Παρμενίδου Ζήνων ὁ πολίτης αὐτοῦ. ἀδύνατον δὲ καὶ Φαῖδρον οὐ μόνον κατὰ Σωκράτην εἶναι, ἦ πού γε καὶ ἐρώμενον αὐτοῦ γεγονέναι. ἀλλὰ μὴν οὐ δύνανται Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντες τῷ λοιμῷ Πρωταγόρᾳ διαλέγεσθαι, ὅτε τὸ δεύτερον ἐπεδήμησε ταῖς Ἀθήναις, οἱ ... ἔτι πρότερον τελευτήσαντες τῷ λοιμῷ. πολλὰ δʼ ἔστι καὶ ἄλλα λέγειν περὶ αὐτοῦ καὶ δεικνύναι ὡς ἔπλαττε τοὺς διαλόγους.
|