DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
108

ΨΥΓΕΥΣ ΨΥΚΤΗΡ. Πλάτων Συμποσίῳ· ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν. .... παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα. Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ τρικότυλον ψυγέα. Διώξιππος Φιλαργύρῳ· παρʼ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ, ιτάτους δύο ψυκτῆρας. Μένανδρος δʼ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν· τοῦτο δὴ τὸ νῦν ἔθος ἄκρατον ἐβόων, τὴν μεγάλην. ψυκτῆρά τις προὔπινεν ἄν, τοὺς ἀθλίους ἀπολλύων. Ἐπιγένης δʼ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει· τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ κόμισον λαβὼν τοὺς παῖδας. εἶτʼ οἴσεις μόνος ψυκτῆρα, κύαθον, κυμβία. Στράττις Ψυχασταῖς· δέ τις ψυκτῆρʼ, δέ τις κύαθον χαλκοῦν κλέψας ἀπορῶν κεῖται, κοτύλη δʼ ἀνὰ χοίνικα μάττει. Ἄλεξις δʼ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων· ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ. τοῖς παισί τʼ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν) τἀκπώματʼ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι· κύαθος δʼ ἦν ἀργυροῦς, τἀκπώματα ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας, ψυκτηρίδιον δὲ δύʼ ὀβολούς, Φιλιππίδου λεπτότερον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License