Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δʼ ἰσχυρῶς. λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως· ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους κανθηλίους τρεῖς τῆς βραχείας ἡμέρας· πίνει δʼ ἕνα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν· ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθʼ ἡμιμέδιμνʼ, ἐὰν βιάζωμαι. Β. μόλις; ὡς ὀλιγόσιτος ἦσθʼ ἄρʼ, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία. Ξάνθος δʼ ἐν τοῖς Λυδιακοῖς Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν, παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ. Ἀρχίλοχος δʼ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως· τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτʼ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.
Kaibel Dialogi Personae
|