DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
67

σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι· τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντες οἶνον ἀμύντορα δυσφροσυνᾶν ἀλλʼ, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες, ὃν πῖνον καλοῦσι, λέγων οὕτως· πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι· καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι. μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται. τὸν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ· βρῦτον δὲ τὸν χερσαῖον οὐ δυεῖν. καὶ Ἀρχίλοχος· ὥσπερ παρʼ αὐλῷ βρῦτον Θρῆιξ ἀνὴρ Φρὺξ ἔβρυζε, κύβδα δʼ ἦν πονευμένη. μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ· κἀκ τῶνδʼ ἔπινε βρῦτον ἰσχναίνων χρόνῳ κἀσεμνοκόμπει τοῦτʼ ἐν ἀνδρείᾳ στέγῃ. Ἑλλάνικος δʼ ἐν Κτίσεσι καὶ ἐκ ῥιζῶν, φησι κατασκευάζεται τὸ βρῦτον γράφων ὧδε· πίνουσι δὲ βρῦτον ἔκ τινων ῥιζῶν, καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν. Ἑκαταῖος δʼ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει· τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν. ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ἀλείφονται δέ, φησίν, ἐλαίῳ ἀπὸ γάλακτος. καὶ ταῦτα μὲν ταύτῃ.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License