DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
43

τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ Σοφοκλῆς φησι· διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας πιεῖν διδούς. καὶ Ἀρχίλοχος· μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τῶν τραγικῶν δέ τις ἔφη· ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου. καὶ Ἀνακρέων· φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν. καὶ Ξενοφῶν δʼ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα· ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι. Πλάτων δʼ ἐν τῇ Πολιτείᾳ· ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License