ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων· ποδαπὸς εἶ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομʼ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δʼ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις; Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ· οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος βασανισμός ἐστι. καὶ Εὐβοικοῦ δέ· πολὺν πιὼν Εὐβοικὸν οἶνον. Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει· ὃς καί πού φησιν· ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δʼ οἶνος Ἰσμαρικός· πίνω δʼ ἐν δορὶ κεκλιμένος. Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ· οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος. Ἀχαιὸς δὲ τὸν Βίβλινον· ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι. ἐκαλεῖτο δʼ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν. Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία· νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι Ἵππυς δʼ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός. ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε· πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες. ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.
Kaibel Dialogi Personae
|