ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος ὁ Πάριος ποιητὴς ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δʼ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι· τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ· πῶς ἂν σύγʼ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος ἂν εἴης; ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον· κοινὰ γὰρ τὰ τῶν φίλων. .... πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ, οὔτε τῖμον εἰσενέγκας οὔτε ...., οὐδὲ μὲν κληθεὶς .... ἦλθες, οἷα δὴ φίλος· ἀλλά σʼ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν εἰς ἀναιδείην, Ἀρχίλοχος φησίν Εὔβουλος ὁ κωμικός φησί που· εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, μεγάλους ..... μᾶλλον δὲ τρεῖς. ὅν φασί ποτε κληθέντʼ ἐπὶ δεῖπνον πρός τινος, εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκʼ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος, μακροτέρας δʼ οὔσης ἔτι πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς· ἔπειτα φάναι μικρὸν ὀψιαίτερον διʼ ἀσχολίαν ἥκειν, παρόνθʼ ἅμʼ ἡμέρᾳ. — ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν, Ἄμφις φησὶν ὁ κωμικός Χρύσιππος δέ φησιν· ἀσύμβολον κώθωνα μὴ παραλίμπανε. κώθων δʼ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός. Ἀντιφάνης δέ φησι· βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν· μακάριος ὁ βίος, ᾧ δεῖ μʼ ἀεὶ καινὸν πόρον εὑρίσκειν, ὡς μάσημα ταῖς γνάθοις ἔχω. ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι. ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν. ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς. Ἀντιφάνης· .. μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ. Ἀμειψίας· ἔρρʼ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε. περὶ τοῦ τῶν ἡρώων καθʼ Ὅμηρον βίου.
|