Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδὸν Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα· καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης (μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης) μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας. ὁ γοῦν παρʼ Εὔφρονι τῷ κωμικῷ μάγειρός φησιν· ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου, ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου παρέθηκε νὴ Δίʼ, ὥστε πάντας ἀνακραγεῖν. Β. πῶς δὲ δυνατὸν τοῦτʼ ἐστι; Α. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρὰ τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος, ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν, περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν. καὶ Νικομήδης γογγυλίδα μασώμενος ἀφύης τοτʼ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει· ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.
Kaibel Dialogi Personae
|