Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
41

ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος· πτώσσουσαν ὥστε πέρδικα. οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς· ὄρνιθος ἦλθʼ ἐπώνυμος πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. Φερεκράτης πεποιηκὼς τὸν Χείρωνα· ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. Φρύνιχος Τραγῳδοῖς· τὸν Κλεόμβροτόν τε τοῦ Πέρδικος υἱόν. τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι· τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. Ἐπίχαρμος δʼ ἐν Κωμασταῖς βραχέως· σηπίας τʼ ἆγον νεούσας πέρδικάς τε πετομένους. φησὶ δʼ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε· πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License