Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
17

ΔΕΛΦΑΞ. Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ· δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τʼ ὤμνυέ με τὸν δέλφακα. καὶ Ἀναξίλας δʼ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών· τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους, λέοντας. ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς δέλφακος ὀπωρινῆς ἠτριαῖον. καὶ ἐν Ἀχαρνεῦσιν· νέα γάρ ἐστιν· ἀλλὰ δελφακουμένα ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν. ἀλλʼ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά. καὶ Εὔπολις ἐν Χρυσῷ γένει. καὶ Ἱππῶναξ δʼ ἔφη ὡς Ἐφεσίη δέλφαξ. κυρίως δʼ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν αἱ δελφύας ἔχουσαι· οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις· ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. Ἀριστοφάνης δʼ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι· τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δʼ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται· τά τε δμώεσσι πάρεστι χοίρεʼ, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. Πλάτων δʼ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη τὸν δέλφακα ἀπῆγε σιγῇ. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἄτοκον· διὸ τὰ ἤδη τέλεια ἤσθιον· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δʼ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ· σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου. καὶ Σοφοκλῆς Ἐπιταιναρίοις· τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρος ὥστε δεσμίων. Πτολεμαῖος δʼ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων εἰς Ἄσσον, φησίν, ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ὑιον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δʼ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρʼ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. Αἰσχύλος δέ φησιν· ἐγὼ δὲ χοῖρον καὶ μάλʼ εὐθηλούμενον τόνδʼ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτʼ ἂν ἀνδρὶ τοῦδε βέλτιον; καὶ πάλιν· λευκός· τί δʼ οὐχί; καὶ καλῶς ἠφευμένος· χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί. καὶ ἔτι· θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός, πολλά μʼ ἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβʼ ἄνω κάτω. ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License