Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
47

ἐπαινῶ δʼ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρʼ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. δʼ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, διὸ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον· περὶ οὗ ἱστόρησεν ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, ἀποδοχῆς δʼ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι. ἐπολυώρει οὖν αὐτὸν Ἀλέξανδρος καίπερ ὄντα τῷ βίῳ φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον· καὶ αἰτησαμένῳ αὐτῷ φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσαγορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. ἅπερ Διογένης ἐρασθείς τινος λυσιῳδοῦ γυναικὸς ἐχαρίσατο αὐτῇ. ἀκούσας δʼ Ἀλέξανδρος καὶ συνάγων φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη· καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. ἄκαιρον δʼ εἶναι εἰπόντος νεύσας εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ λυσιῳδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. γέλωτος οὖν πολλοῦ καταραγέντος ἔμενεν φιλόσοφος καὶ τὴν λυσιῳδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. τοῦτον τὸν Διογένη μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν. δʼ Ἀλέξανδρος προσηνὴς ἦν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθʼ ἕκαστα ἱστορεῖ Ποσειδώνιος Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, ἵνʼ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. κατὰ γὰρ τὸν Ἀγάθωνα εἰς μὲν φράσω τἀληθές, οὐχί σʼ εὐφρανῶ· εἰ δʼ εὐφρανῶ τί σʼ, οὐχὶ τἀληθὲς φράσω. ἀλλὰ φίλη γάρ, φασίν, ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License