Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
36

τούτοις ἀπαντήσας Μασσούριος ἔφη· δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως· ὑγιείας μέρος μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν. καὶ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη· κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶ στήθεος ἄμμι. καὶ σοφὸς δὲ Ἀνακρέων λέγει που· τί μὴν πέτεαι συρίγγων κοιλώτερα στήθεα χρισάμενος μύρῳ; τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δʼ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρηριν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν. καὶ Ὅμηρος δέ φησιν· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ. καί· κραδίη δέ οἱ ἔνδον ὑλάκτει. καί· Ἕκτορι δʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε. δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι· κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ Ἀγαμέμνων δέ φησιν Ὁμηρικός· αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρώσκει, τρομέει δʼ ὕπο φαίδιμα γυῖα. καὶ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας· θυμῷ δʼ οὔ τις φαιδρὰ χορεύει τάρβους θυγάτηρ. Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα· πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος· ὀρχῇ γὰρ εὐθύς, ἄν μʼ ἴδῃς δεδοικότα. Πλάτων δέ φησι τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν περιθεῖναι, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνʼ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμιάδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License