Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
66

διαβόητος δʼ ἑταίρα γέγονε καὶ Μιλησία Πλαγγών· ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον. καὶ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. ἐφʼ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις· συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας, εὐήθης ξείνων δέκτρια Πασιφίλη. ὅτι δὲ καὶ Μένανδρος ποιητὴς ἤρα Γλυκέρας κοινόν· ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License