Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
56

ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων· ποδαπὸς εἶ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομʼ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δʼ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις; Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ· οἶνος ξενικὸς παρῆν· γὰρ Κορίνθιος βασανισμός ἐστι. καὶ Εὐβοικοῦ δέ· πολὺν πιὼν Εὐβοικὸν οἶνον. Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει· ὃς καί πού φησιν· ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δʼ οἶνος Ἰσμαρικός· πίνω δʼ ἐν δορὶ κεκλιμένος. Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ· οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος. Ἀχαιὸς δὲ τὸν Βίβλινον· ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι. ἐκαλεῖτο δʼ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν. Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία· νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι Ἵππυς δʼ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος Βίβλινος οἶνος. χρησμός. ἐν τῷ χρησμῷ, φησίν, θεὸς ηὐτομάτισε· πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες. ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License