DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
9

ΚΡΑΜΒΗ. Εὔδημος Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης· τῇ δʼ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. φύεται δʼ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ· δὲ λειόφυλλος ἀνὰ πᾶσαν, φησί, χώραν γίγνεται. δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν. Θεόφραστος δὲ οὕτως γράφει· τῆς δὲ ῥαφάνου (λέγω δὲ τὴν κράμβην) μέν ἐστιν οὐλόφυλλος, δὲ ἀγρία. Δίφιλος δʼ Σίφνιός φησι· κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δʼ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθʼ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δʼ ἐν Γεωργικοῖς· λείη μὲν κράμβη, ὁτὲ δʼ ἀγριὰς ἐμπίπτουσα σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη βατραχέη κύμη τε κακόχροος, μὲν ἔοικε πέλμασιν, οἷσι πέδιλα παλίμβολα κασσύουσιν· ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν. μήποτε δὲ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρʼ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον· δʼ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπτάφυλλον, θύεσκε Πανδώρη Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου. καὶ Ἀνάνιος δέ φησι· καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην. καὶ Τηλεκλείδης Πρυτάνεσιν ναὶ μὰ τὰς κράμβας ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ναὶ μὰ τὰν κράμβαν. Εὔπολις Βάπταις ναὶ μὰ τὴν κράμβην. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὅρκος· καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων Κιτιεὺς τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License