DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
8

ΓΟΓΓΥΛΙΔΕΣ. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δʼ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας· Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δʼ ἐν δευτέρῳ Ὁμοίων ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια. τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δʼ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δὲ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δὲ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν βουνιάς. Νίκανδρος δʼ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει· γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφʼ ἅλωος, ὄφρʼ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι. βουνιὰς ἀλλʼ εἴσω ῥαφάνοις, εἴσω λαθαρωκοι. γογγυλίδος δισσὴ γὰρ ἰδʼ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως· κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ. Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ· γίνεσθαι δʼ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δʼ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δʼ Σίφνιος ἰατρὸς γογγυλίς, φησί, λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ, φησίν, βουνιὰς καθέστηκεν· γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ εὐστόμαχος εἶναι καὶ τρόφιμος. δὲ ὀπτωμένη, φησί, γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει. ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως· ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω. καὶ Ἄλεξις ἐν Θεοφορήτῳ· λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους. δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα διὰ νάπυος γινομένη, ὥς φησιν Δίφιλος.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License