DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
79

χειρόμακτρον δὲ καλεῖται τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς· φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον. σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι Σοφοκλῆς Οἰνομάῳ· σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος. καὶ Ἡρόδοτος ἐν δευτέρᾳ Ξενοφῶν δʼ ἐν αʹ Παιδείας γράφει· ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπʼ αὐτῶν ἐγένετο. Πολέμων δʼ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι Δημόνικος δʼ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων· ἐσπουδάκει δʼ ἕκαστος ὡς ἂν ἑστιῶν ἅμα τʼ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον. τὸ γοῦν κατὰ χειρὸς περιέγραψʼ, εἴπας ὅτι μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν. ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις· ὠμολίνοις κόμη βρύουςʼ ἀτιμίας πλέως. Σαπφὼ δʼ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην· χειρόμακτρα δὲ καγγονων πορφύρᾳ καταυταμενἀτατι Μνᾶσις πέμψʼ ἀπὺ Φωκάας δῶρα τίμια καγγόνων, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ· γυναῖκες δʼ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα. Ἡρόδοτος δʼ ἐν τῇ βʹ φησί· μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπʼ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρʼ αὐτῆς χειρόμακτρον χρύσεον.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License