DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
77

ἐχρῶντο δʼ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ· ἐν ὅσῳ δʼ ἀκροῶμαί σου κέλευσόν μοί τινα φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρʼ ὕδωρ καὶ σμῆμα. ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως· καὶ τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας εὐώδη λαβὼν τὴν γῆν. καὶ Φιλόξενος δʼ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν· ἔπειτα δὲ παῖδες νίπτρʼ ἔδοσαν κατὰ χειρῶν, σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες τόσσον ὅσον τις ἔχρῃζʼ, ἐκτρίμματά τε .... λαμπρὰ σινδονυφῆ, δίδοσαν δὲ χρίματά τʼ ἀμβροσίοδμα καὶ στεφάνους ἰοθαλέας. Δρόμων δʼ ἐν Ψαλτρίᾳ· ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες, ..... περιεῖλε τὰς τραπέζας, νίμματα ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License