DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
76

Ἀριστοφάνης δὲ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δʼ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. πῂ δέ· τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. καὶ Σώφρων ἐν γυναικείοις· τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχʼ ἁμῖν τὰν τράπεζαν. παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ· εἰς χερνίβʼ ὡς βάψειεν Ἀλκμήνης γόνος. ἀλλὰ καὶ παρʼ Εὐπόλιδι ἐν Αἰξίν· αὐτοῦ τὴν χερνίβα παύσεις. ἐστὶ δὲ ὕδωρ εἰς ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφʼ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς, βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν. ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δʼ ἐν Ἥρωσι χερνίβιον εἴρηκεν.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License