DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
75

τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι· ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυνʼ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα. Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως· τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. χειρόνιπτρον δʼ Εὔπολις ἐν Δήμοις· κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον· ἀνὴρ δʼ ὅταν τις ἀγαθὸς καὶ χρήσιμος πολίτης νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον. Ἐπίχαρμος δʼ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων· κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι, χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι. πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δʼ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως· καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλʼ ἀφαιρεῖν ὥρα ʼστὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι, ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι. Μένανδρος Ὑδρίᾳ· οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.
Kaibel Dialogi Personae
ANONYMI

DEMOCRITVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License