Book 9
ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως· πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; Β. καὶ πρᾶγμά γʼ ἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. Α. λέγʼ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστʼ ἴσως. Β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. Α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δʼ ἀεί ποτε περὶ τοὺς κυάμους ἔσθʼ οὗτος ὁ σοφιστὴς γέλως.
|