αὕτη παρʼ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δʼ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι. καὶ ὁ Οὐλπιανός· ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος. καὶ ὁ Δημόκριτος ἔφη· Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς (ἦν δὲ καὶ τραγῳδίας) ἐν μὲν δράματι Λήθῃ φησί· μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα χρῆσόν μοι σύ, φησί, τὰς χύτρας, ἐν αἷσιν ἕψεις τοὺς κυάμους. καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσʼ, εἶτʼ ἐκέλευσε πέμπειν σαργάνας. ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως· ὁ δʼ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ. οὗτος δʼ ἔοικε τοῖς νεωνήτοις Σύροις. Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Α. θανατηγὸν καλὴν χύτραν φέρει. ἐν δʼ Ἰκαρίοις σατύροις φησίν· ὥστʼ ἔχειν οὐδὲν παρʼ ἡμῖν. νυκτερεύσας δʼ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθʼ ὁ λιμὸς ἥπτετο. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ οὐδʼ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δʼ ὄνος ἡμᾶς ὡς ὁρᾷ, ..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμʼ, ἐπέρδετο. ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
|