DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
71

μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει· πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον κύαμος, πισός· ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων. πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δʼ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν. τοιούτων ἔτι πολλῶν λεγομένων Δημόκριτος ἔφη· ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα. καὶ Οὐλπιανὸς ἔφη· τίς δʼ αὕτη λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητύν· περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρʼ ἑκάστου μισθὸν λαβών. ἀλλʼ ἔγωγε, φησὶν Δημόκριτος, οὐκ ὢν λαβάργυρος ὡρολογητὴς κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος.
Kaibel Dialogi Personae
DEMOCRITVS
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License