πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη· βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημένʼ ἐστί κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς· σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτʼ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι. καὶ ὅς· καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως· ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμʼ ἐγώ, κατὰ τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτʼ εἴρηκεν· ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμʼ ἐγώ, οὐδεὶς ὑποκριτής ἐσθʼ ὅλως εἰργασμένος. καπνιζομένη τυραννὶς αὕτη ʼσθʼ ἡ τέχνη. ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην, παρʼ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκʼ ἐγὼ τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν. τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός, ὅτʼ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους, ἀνάληψιν ἐποίησʼ εἰσενέγκας κάππαριν. γυμνὴν ἐποίησεν Ἀθηνᾶν Λαχάρης, οὐδὲν ἐνοχλοῦσαν· σὲ δʼ ἐνοχλοῦντα νῦν ἐγώ, ὁ Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις ὅ τι φέρεις. καὶ ὃς μόλις ἔφη· ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ· ἐσκεύασται δʼ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς. ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθʼ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ αὐτμή. τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.
|