DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
69

καὶ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς, (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναι) τί φησίν ; σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς, ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν. ἂν μὲν γὰρ ἕν τις τοῦτʼ ἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δʼ πότʼ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δʼ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. .... στρατηγὸς πᾶς καλεῖθʼ ὃς ἂν λάβῃ δύναμιν, μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφʼ ἡμῖν σκευάσαι μὲν τεμεῖν ἡδύσμαθʼ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ τυχὼν δύναιτʼ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν τοιοῦτος, δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καὶ τίνʼ ἰχθὺν ἀγοράσαι, ....... πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδʼ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δʼ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντʼ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βιαίων ἔσθʼ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ὅτε ἦν οὐδέπω γεγραμμένα. οὐδʼ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπʼ ἀρτίως ................... ὅρον γὰρ οὐκ ἔσχηκεν οὗ καιρός αὐτὴ δʼ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δʼ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης καιρὸν δʼ ἀπολέσῃς, παραπόλωλεν τέχνη. ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δʼ, ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντʼ ἔτι φορτηγικῶν μοι βρωμάτων ἀγωνίαις τἠμῇ ποιήσω νυστάσαι παροψίδι.
Kaibel Index Scriptorum
DIONYSIVS

ANAXIPPVS
Kaibel Dialogi Personae
ANONYMI

AEMILIANVS
Meineke Index Scriptorum
Dionysius
Hegesippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License