DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
67

Μνησίμαχος δʼ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει· βαῖνʼ ἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη· στεῖχʼ εἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶσʼ οἱ φύλαρχοι, τούς τε μαθητὰς τοὺς ὡραίους, οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν· οἶσθʼ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλʼ, ὁτιὴ ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμʼ, ἄρτοι ξηροί· σπλάγχνʼ ὀπτᾶται, χναῦμʼ ἥρπασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθʼ ὑπὸ τῶν ἔνδον· κρατὴρ ἐξερροίβδητʼ οἴνου· πρόποσις χωρεῖ· λέπεται κόρδαξ· ἀκολασταίνει νοῦς μειρακίων· πάντʼ ἐστʼ ἔνδον τὰ κάτωθεν ἄνω. μέμνησʼ λέγω, πρόσεχʼ οἷς φράζω. χάσκεις οὗτος; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκʼ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθʼ, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθʼ ἕκαστα λέγων· βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος, θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος, κρέα τʼ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσʼ ἔστʼ ἀγαθῶν πλήθη. πᾶς δὲ κατʼ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ βινεῖ. σεμναὶ δʼ αὐλῶν ἀγαναὶ φωναί, μολπά, κλαγγὰ θράττει, νεῖται πνεῖται. κούραν Κασίας ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου, στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου· τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος.
Kaibel Index Scriptorum
MNESIMACHVS

ANTIPHANES
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Mnesimachus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License