DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
66

περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατόν ἐστι. Κλειτόμαχος γοῦν Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθʼ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δʼ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ· κρέας δὲ τίνος ἥδιστʼ ἂν ἐσθίοις (φησίν); Β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτʼ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε. τῶν δʼ αἰγιδίων κατὰ ταὔθʼ μὴ τυρὸν ποιεῖ, ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ταῦτʼ ἐσθίων τὰ φαῦλʼ ἀνέχομαι. ἐν δὲ Κύκλωπί φησι· τῶν χερσαίων δʼ ὑμῖν ἥξει παρʼ ἐμοῦ ταυτί· βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, ἔριφοι, .... τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός.
Kaibel Index Scriptorum
ANTIPHANES
CLITOMACHVS

MNESIMACHVS
Kaibel Dialogi Personae
DEMOCRITVS
Meineke Index Scriptorum
Antiphanes

Aeschylus
Clitomachus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License