DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
62

Τρύφων δέ φησι· τὸν λαγὼν ἐπʼ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ ν λέγει· λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν. καὶ ἐν Δαιταλεῦσιν· ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι. Ξενοφῶν δʼ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθʼ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική· γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τῇ δὲ λαγὼν διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρʼ Εὐπόλιδι ἐν Κόλαξιν· ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες. εἰσὶν δʼ οἳ καὶ ταῦτʼ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρʼ Ἀττικοῖς· ναὸς νεώς, κάλος κάλως. οὕτως δʼ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός· λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον, τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς· γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τὸ μέντοι πτῶκα λαγωόν εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δʼ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License