DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
61

ΛΑΓΩΣ. περὶ τούτου μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί· τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις σκευασίας εἰσίν. κεῖνος δʼ οὖν ἐστιν ἄριστος, ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σʼ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλʼ ἔσθιε λάβρως. αἱ δʼ ἄλλαι περίεργοι ἔμοιγʼ εἰσὶν διὰ παντὸς σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων. Ναυσικράτης δʼ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε· ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας τοιοῦτον ἕτερον θηρίον; οὗ δασύποδʼ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δʼ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων· κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License