DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
6

καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ· σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς· κεφαλάς τʼ ἀρνῶν κωλᾶς τʼ ἐρίφων. Πλάτων Γρυψίν· ἰχθῦς, κωλᾶς, φύσκας. Ἀμειψίας Κόννῳ· δίδοται μάλισθʼ ἱερώσυνα, κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρʼ ἀριστερά. Ξενοφῶν Κυνηγετικῷ· κωλῆν σαρκώδη, λαγόνας ὑγράς. καὶ Ξενοφάνης δʼ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδʼ ἀπολήξει, ἔστʼ ἂν ἀοιδάων γένος Ἑλλαδικόν.
Kaibel Dialogi Personae
LEONIDAS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License