DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
59

ΨΥΑΙ. τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν· Ἶσον δʼ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψύας ἔγχει νύξε. Σιμάριστος δʼ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δʼ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλιας. Κλέαρχος δʼ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί· σάρκες μυωταὶ καθʼ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δὲ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ἱερώτατος. ὠνομάσθησαν δʼ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων κωμικὸς ἐν Θεωροῖς· λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License