DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
54

ΓΑΛΑΘΗΝΩΝ δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη· Φερεκράτης Δουλοδιδασκάλῳ· γαλαθήνʼ ἔκλεπτον οὐ τέλεα. ἐν δὲ Αὐτομόλοις· οὐ γαλαθηνὸν ἄρʼ ὗν θύειν μέλλεις. Ἀλκαῖος Παλαίστρᾳ· ὁδὶ γὰρ αὐτός ἐστιν· εἴ τι γρύξομαι ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός. Ἡρόδοτος δʼ ἐν τῇ πρώτῃ φησὶν ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης Φιλεταίρῳ· κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ γαλαθηνός. Ἡνίοχος Πολυεύκτῳ· βοῦς χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, δʼ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών. καὶ Ἀνακρέων δέ φησιν· οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν, ὅς τʼ ἐν ὕλῃ κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. Κράτης Γείτοσι· νῦν μὲν γὰρ ἡμῖν ... παιδικῶν ἅλις οκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ χοίρων. Σιμωνίδης δʼ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν· τέκος, οἷον ἔχω πόνον· σὺ δʼ ἀωτεῖς, γαλαθηνῷ δʼ ἤτορι κνώσσεις. καὶ ἐν ἄλλοις ἐπʼ Ἀρχεμόρου εἴρηκεν· ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος. Κλέαρχος δʼ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. (θῆσθαι δʼ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος· Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν, διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς·) νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License