DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
51

δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Δαίμαχος δʼ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δʼ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω γράφει καὶ ταῦτα· καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι. δʼ Ἀριστοτέλης φησὶν ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου παρασκευάζουσαι αὐτοὺς πρὸς τὴν τροφήν. τῆς δὲ Σικελίας ἐν Ἔρυκι καιρός τις ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν φασι τὴν θεὸν εἰς Λιβύην ἀνάγεσθαι. τότʼ οὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθʼ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίας εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶς, ὄζει τε πᾶς τόπος τότε βούτυρον, δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης ἐν τοῖς Ἀχαικοῖς καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ. Ἀττικοὶ δὲ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις Συντρέχουσιν· λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός. δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· εἰ δὲ νέον παλαιόν, οὐ πεφρόντικεν. ἐν δὲ Ῥοδίῳ Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι· περιστερὰς ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ κομψάς. Φερεκράτης ἐν Γραυσί φησιν· ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν. ἐν δὲ Πετάλῃ· ἀλλʼ, περιστέριον, ὅμοιον Κλεισθένει πέτου, κόμισον δέ μʼ ἐς Κύθηρα καὶ Κύπρον. Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί· καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας Σικελὰς μεγάροισι πελειάδας· οὐδέ φιν ἅρπαι οὐδεφινοστρακεοι λωβήσιμοι ἐξενέπονται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License