DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
46

ἐπεὶ δʼ ἐν τῷ περὶ τῶν περδίκων λόγῳ ἐμνήσθημεν ὅτι εἰσὶν ὀχευτικώτατοι, προσιστορήσθω ὅτι καὶ ἀλεκτρυὼν ἀφροδισιαστικὸν τὸ ὄρνεον. Ἀριστοτέλης γοῦν φησιν ὅτι τῶν ἀνατιθεμένων ἐν τοῖς ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατεθέντα οἱ προόντες ὀχεύουσι μέχρι ἂν ἄλλος ἀνατεθῇ· εἰ δὲ μὴ ἀνατεθείη, μάχονται πρὸς ἀλλήλους καὶ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι καὶ ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ. δὲ Θεόφραστος τοὺς ἀγρίους φησὶν ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων. λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. καὶ οἱ στρουθοὶ δέ εἰσιν ὀχευτικοί· διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶν στρουθῶν ἐπικαταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. μήποτε οὖν καὶ Σαπφὼ ἀπὸ τῆς ἱστορίας τὴν Ἀφροδίτην ἐπʼ αὐτῶν φησιν ὀχεῖσθαι· καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν στρουθός, ὥς φησιν Ἀριστοτέλης καὶ μέχρι ὀκτώ. Ἀλέξανδρος δʼ Μύνδιος δύο γένη φησὶν εἶναι τῶν στρουθῶν, τὸ μὲν ἥμερον, τὸ δʼ ἄγριον· τὰς δὲ θηλείας αὐτῶν ἀσθενεστέρας τά τʼ ἄλλα εἶναι καὶ τὸ ῥύγχος κερατοειδὲς μᾶλλον τὴν χρόαν, τὸ δὲ πρόσωπον οὔτε λίαν λευκὸν ἐχούσας οὔτε μέλαν. Ἀριστοτέλης δέ φησι τοὺς ἄρρενας τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. Ἠλεῖοι δὲ καλοῦσι τοὺς στρουθοὺς δειρήτας, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν τρίτῳ Γλωσσῶν
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License