DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
45

τὸ δʼ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας· καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δʼ αὐτῶν Ὅμηρος γένος τε ὀρχήσεως ἀπʼ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπʼ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ ψιττακὸς καὶ κίττα. δὲ σκώψ, ὥς φησιν Ἀλέξανδρος Μύνδιος μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρʼ ἑκάτερον κρόταφον ἀναφέρει πτερά. Καλλίμαχος δέ φησι δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ. διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δʼ ἀείσκωπας· εἰσὶ δὲ γλαυκοί. δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρʼ Ὁμήρῳ χωρὶς τοῦ σ κῶπας εἶναι, καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δʼ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις μιᾷ, τούτους εἶναι ἐδωδίμους. διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δʼ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ σ κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος· σκῶπας, ἔποπας, γλαῦκας. καὶ Μητρόδωρος δʼ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License