DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
36

ταῦτά σοι παρʼ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετʼ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε· πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρεᾴδιʼ ἀρνὸς ἐσθίειν πίονος, οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί, ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις φωνήν τι ψυχὴν ἔχον, ἀδικεῖν προσομολογῶ παραβαίνων τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ ΦΑΣΙΑΝΙΚΟΙ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρόν σου γλωσσαλγίαν. ἀλλʼ ἢν ἐμοὶ εἴπῃς, ἔφη Οὐλπιανός, διδάσκαλε Μυρτίλε, ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλʼ οὐκ ἐφʼ Ἑλλήσποντον πλεύσας, ἀλλʼ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.
Kaibel Index Scriptorum
ALEXIS

AMPHIS
HOMERVS
Kaibel Dialogi Personae
MYRTILVS

VLPIANVS
Meineke Index Scriptorum
Alexis
Amphis
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License