DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
35

ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ· ἤδη φαγών τι πώποθʼ, οἷα γίνεται, ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι; Β. ἔγωγε πέρυσι κάραβον φαγών. Φερεκράτης Αὐτομόλοις· τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν. Φιλήμων Θησαυρῷ· οὔκ ἐστʼ ἀληθὲς παραλογίσασθʼ οὐδʼ ἔχειν ὀψάρια χρηστά. Μένανδρος Καρχηδονίῳ· ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν. καὶ ἐν Ἐφεσίῳ· ἐπʼ ἀρίστῳ λαβὼν ὀψάριον. εἶτʼ ἐπιφέρει· τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐπώλει κωβιούς. Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ· ἐγὼ δʼ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω. καὶ μετʼ ὀλίγα· σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν. τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους· εἰ μὴ παραμυθῇ μʼ ὀψαρίοις ἑκάστοτε, ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησίν· θερμοτέροις χαιρεοις αἰεὶ τοῖς ὀψαρίοις τὸ μέσον κατωτέρω; Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν· ψυχρά σοι ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ; Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή. Α. τοῦθʼ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ. Β. οὐκ οἴομʼ οὐδʼ ἄλλʼ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. Α. ἐγὼ δʼ ἐρῶ ... τοῖς γὰρ ἑστιωμένοις τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. Β. σὺ πρὸς θεῶν ἔθυσας ... τὸν ἔριφον· μὴ κόπτʼ ἔμʼ, ἀλλὰ τὰ κρέα. Α. παῖδες, παράγετε· ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει; Β. δηλονότι. Α. μή μοι δῆλον, ἀλλʼ ἔχει κάπνην; Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μʼ οὑτοσί.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License