DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
34

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δʼ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη· ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμᾶς καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε. καὶ ὃς Τιμοκλῆς, ἔφη, κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως· γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται. ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως· ἀκρολίπαροι, τὸ δʼ ἄλλο σῶμʼ ὑπόξυλον. παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρʼ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα. οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος· ἀλλʼ, ʼγαθέ, δειπνῶμεν, κἄπειτά με πᾶν ἐπερωτᾶν τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμʼ ἐπιλήσμων. καὶ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη· Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων· ἀνθʼ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτʼ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι, στρατιῶται. καὶ Ἀριστοφάνης Σφηξίν· ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν.
Kaibel Dialogi Personae
CYNVLCVS
MYRTILVS
VLPIANVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License