DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
33

ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων. μνημονεύει δʼ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος. Β. ταύτης μὰ τὸν Δίʼ οὐχὶ κατέλιπον λέγω οὐδέν. μετὰ δὲ ταῦτα καλούμενος κρεωκάκκαβος. κρέα δʼ ἐστὶ ταῦτα συγκεκομμένα μεθʼ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν γραμματικὸς Ἀχαιούς, Μυρτίλος ἔφη. Ἀντικλείδης δʼ ἐν ηʹ Νόστων ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπʼ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη· Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις· φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν. ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως· ..... καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν· Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει· ἔπειτʼ ἐπὶ τούτοις πᾶσιν ἧκʼ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλʼ ἠκκίζετο, δʼ ἀνδροφόνος Γνάθαινα γελάσασα .... καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην Δήμητρα. καὶ δύʼ ἁρπάσασα κατέπιεν, ὥσθʼ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
Kaibel Dialogi Personae
MYRTILVS

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License