DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
31

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῶν τέχνη. ἐγὼ δʼ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον, παρατίθημʼ ὁλοσχερῆ ἄρνʼ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.
Kaibel Index Scriptorum
DIPHILVS
MENANDER

ALEXIS
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Diphilus

Menander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License