DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
28

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν εἷς, δύο, τρεῖς· δὲ δὴ τέταρτος ἡμῖν, φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δʼ ἑστιατόρων; ἔπειτʼ ἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, Σώκρατες. διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρʼ ἐκείνῳ ἑστιάσεις. οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτʼ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν. καὶ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς τί τοιοῦτον εὑρήκασιν, ἔφη, εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἐπιμετρίους ἐμαυτὸν ἄγω οὐ μεγαλαυχούμενος ἐπʼ ἐμαυτῷ; καίτοι καὶ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει μεμισθωμένος·
Kaibel Index Scriptorum
PLATO

STRATO
Kaibel Dialogi Personae
LARENSIS

ANONYMI
Meineke Index Scriptorum
Plato

Strato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License