DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
25

μή τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν, αὐτὸς δʼ ἐστὶν ἄσφακτος; δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας. ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπʼ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ Οὐλπιανὸς ἔφη· μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος. καὶ Μάγνος ἔφη· Ἀριστοφάνης ἐν Προάγωνι· τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; Σώφρων δʼ ἐν γυναικείοις κατακοινότερον κέχρηται λέγων· παράφερε, Κοικόα, τὸν σκύφον μεστόν. καὶ Πλάτων δʼ ἐν Λάκωσιν ἔφη πάσας παραφερέτω. Ἄλεξις Παμφίλῃ· παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας ... περὶ δὲ τῶν γευμάτων σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν ἐν Εὐπόλιδι ἐν Αἰξί· τοῦδε νῦν γεῦσαι λαβών. καὶ Οὐλπιανὸς Ἔφιππος, ἔφη, ἐν Πελταστῇ ἔνθʼ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων. Ἀντιφάνης δʼ ἐν Διδύμοις· οἰνογευστεῖ, περιπατεῖ ἐν τοῖς στεφάνοις.
Kaibel Dialogi Personae
MAGNVS
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License