DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
24

Εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταί, (δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμʼ ἂν καλεῖν, ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν) ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δʼ οὖν οὕτως· πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δʼ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀρίστων πόρους. οὗτοι μετʼ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δʼ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος, ὥστε μηδένα μισεῖν με διὰ τοῦτʼ, ἀλλὰ πάντας λαμβάνειν. ὑπʼ ἐμοῦ δʼ ὁρῶν σὺ τοῦτο προκατειλημμένον ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτʼ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ Λύκῳ κρεῶν τότʼ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύʼ ἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον· οὐκ εἶχεν νεφρόν. ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ. ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντʼ ἐγώ ... πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην. χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους δύʼ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην· ἐκεῖνο δρᾶμα, τοῦτο δʼ ἐστὶ παίγνιον.
Kaibel Index Scriptorum
EVPHRO

ALEXIS
DEMOSTHENES
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Euphron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License