DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
23

καὶ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε· οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς μόνος καθέστηκʼ, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς. Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δʼ οὐδέν. ἂν μὲν οὖν τύχῃ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· ἂν δʼ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστʼ προοπτήσαντα χλιαίνειν πάλιν, μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. Α. ἑστήκαθʼ ὑμεῖς· κάεται δʼ ἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δʼ ᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θʼ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
Kaibel Index Scriptorum
ALEXIS

EVPHRO
SOSIPATER
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Alexis
Euphron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License