DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
22

μέγας δέ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε· οὐ παντελῶς εὐκαταφρόνητος τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐθὲν εἰδότες· ὑπὸ τῶν τοιούτων δʼ τέχνη λυμαίνεται. ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμʼ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντʼ ἐφεξῆς εἰδόθʼ, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. ΔΗ. τί φής; Α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν .... ἔπειτα μετὰ ταῦτʼ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά. πρὸ τῆς τέχνης ἔσπευδε ταῦθʼ ἡμᾶς μαθεῖν. ΔΗ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; Α. οὔκ, ἀλλʼ ἐν ὅσῳ προσέρχετʼ ἐξ ἀγορᾶς παῖς, μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. ΔΗ. Ἄπολλον, ἐργῶδές γʼ. Α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα, φασί, πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, δʼ ἀγνοῶν ταῦτʼ εἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. ΔΗ. ἐγὼ δʼ ἐθαύμασʼ; Α. ἀλλʼ ὅμως ἐγὼ φράσω· τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν ὅσον δεῖ καὶ τὸ πνεῦμʼ ἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τινʼ εἰς τὸ πρᾶγμʼ ἔχει. καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα. τί οὖν ἔτι σοι δίειμι τὰ στρατηγικὰ ἔχω γε τὸν μάγειρον. τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθʼ ἡμᾶς δʼ ὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτῶν ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δʼ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δʼ ὅλως ἀποψύξαντα, ταῦτα πάντα ... ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. ΔΗ. τίς δή τι παραδείξας ἐμοὶ τὰ δέοντʼ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.
Kaibel Index Scriptorum
SOSIPATER

ALEXIS
Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Sosipater (Sopater?)

Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License