ὁ δʼ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ· ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδʼ ἃ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλʼ ἦσαν κενοί· ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτʼ αἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθʼ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.
|