DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
20

μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ ἀλαζονεία· τὸ καθʼ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι .... τοῦθʼ ἡγούμενον. ξεναγὸς οὗτος ὅστις ἂν θώρακʼ ἔχῃ φολιδωτὸν δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δʼ, ἐστὶν λαγώς. μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας λιμοὺς καλῶν, ἔπτηξʼ ἕκαστος εὐθύς. ἂν δʼ ἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων. ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτʼ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα. διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς· διδοὺς ἐπιφανής, ἐπιφανὴς λαμβάνων· τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή· ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς. μέμνησο καὶ σὺ τοῦτο. καὶ περὶ ἑτέρου δὲ μαγείρου (ὄνομα δʼ ἐστὶ Σεύθης) αὐτός φησιν ποιητὴς οὕτως· ἰδιώτης μέγας αὐτοῖς Σεύθης· οἶσθας, βέλτισθʼ, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ. οἱ πολέμιοι πάρεισιν· βαθὺς τῇ φύσει στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμʼ ἐδέξατο. πολέμιός ἐστι πᾶς συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν, ἐκ πεντεκαίδεχʼ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος, τηρῶν πότʼ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
Kaibel Index Scriptorum
POSIDIPPVS

Kaibel Dialogi Personae
ANONYMI

Meineke Index Scriptorum
Posidippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License