DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
2

πρὸς ταῦτα ἀπαντήσας Ζωίλος ἔφη· Ἀριστοφάνης, οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως· Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς. καὶ Φερεκράτης Κραπατάλλοις· τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι. σίνηπυ δʼ ὠνόμασε Νίκανδρος Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως· μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ. ἐν δὲ τοῖς Γεωργικοῖς· σπέρματά τʼ ἐνδάκνοντα σινήπυος. καὶ πάλιν· κάρδαμʼ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ. Κράτης δʼ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα· κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπʼ ἀνέσπασε, καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δʼ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως· κἄβλεψε νᾶπυ. οὐδεὶς δʼ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη· τουτὶ τὸ κακὸν οὔκ ἐστʼ ἔτι κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν διὰ τῆς ξένης. ἁλῶν δὲ καὶ ὄξους μέμνηται καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων· καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμʼ ἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος λευκοὺς ἅλας;
Kaibel Dialogi Personae
ZOILVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License